Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.68.1 | Hdt. 9.70.1 (English) | >>Hdt. 9.70.5 |
9.69.1
οἱ μὲν δὴ νικῶντες εἵποντο τοὺς Ξέρξεω διώκοντές τε καὶ φονεύοντες . ἐν δὲ τούτῳ τῷ γινομένῳ φόβῳ ἀγγέλλεται τοῖσι ἄλλοισι Ἕλλησι τοῖσι τεταγμένοισι περὶ τὸ Ἥραιον καὶ ἀπογενομένοισι τῆς μάχης , ὅτι μάχη τε γέγονε καὶ νικῷεν οἱ μετὰ Παυσανίεω · οἱ δὲ ἀκούσαντες ταῦτα , οὐδένα κόσμον ταχθέντες , οἱ μὲν ἀμφὶ Κορινθίους ἐτράποντο διὰ τῆς ὑπωρέης καὶ τῶν κολωνῶν τὴν φέρουσαν ἄνω ἰθὺ τοῦ ἱροῦ τῆς Δήμητρος , οἱ δὲ ἀμφὶ Μεγαρέας τε καὶ Φλειασίους διὰ τοῦ πεδίου τὴν λειοτάτην τῶν ὁδῶν .
9.69.2 ἐπείτε δὲ ἀγχοῦ τῶν πολεμίων ἐγίνοντο οἱ Μεγαρέες καὶ Φλειάσιοι , ἀπιδόντες σφέας οἱ τῶν Θηβαίων ἱππόται ἐπειγομένους οὐδένα κόσμον ἤλαυνον ἐπʼ αὐτοὺς τοὺς ἵππους , τῶν ἱππάρχεε Ἀσωπόδωρος ὁ Τιμάνδρου , ἐσπεσόντες δὲ κατεστόρεσαν αὐτῶν ἑξακοσίους , τοὺς δὲ λοιποὺς κατήραξαν διώκοντες ἐς τὸν Κιθαιρῶνα .
ch. 70
9.70.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.68.1 | Hdt. 9.70.1 (English) | >>Hdt. 9.70.5 |